Settings
Light Theme
Dark Theme
Podcast Cover

Ἑλληνίζωμεν

  • Ἑλληνίζωμεν (θ')· Ἑλληνίζοντες τοῦ θέρους ἐν τῇ Μαδρίτῃ

    3 SEP 2023 · Χαῖρε. Ἐνθάδε διάλογον ἀκούσει ὃς ἐν τῇ Μαδρίτῃ ἐγένετο τῇ ἡμέρᾳ 22ῃ τοῦ Αὐγούστου (τοῦ ἔτους 2023ου), ἐν τῷ Οὐρανῷ (https://culturaclasica.com/iii-ouranos). Πλὴν ἐμοῦ, τοῦ διαλόγου μετέχουσιν· ἡ Ἄννα καὶ ἡ Λίδα τῆς Ῥωμαϊκῆς Ἀγορᾶς (http://infororomano.blogspot.com), ἡ Τάνια, ἡ Ἄγγελα, ὁ Σιδώνιος, ὁ Λουκᾶς, ἡ Εὐγενία Μανωλίδου (τῆς Ἑλληνικῆς Ἀγωγῆς https://ellinikiagogi.gr), ἡ Ἰέννι Teichmann (τῆς Τριόδου https://www.triodos-trivium.com/about-us), ὁ Ἰωσήφ, ὁ Μιχαὴλ Ἄγγελος, ὁ Santiago, ἡ Καρολῖνα, ὁ Παῦλος Pezzuolo (τῆς Scholæ Hūmānisticæ https://www.scholahumanistica.com/#about_us). Πρῶτον μὲν ὀλίγα τῶν Ἑλληνικῶν Διαλόγων (https://dialogoi.es/9) ἀναφέρομεν. Ὕστερον δὲ περὶ τοῦ Οὐρανοῦ διαλεγόμεθα, μάλιστα περὶ ὧν ἐποιοῦμεν ἐν ταῖς ὑψηλοτέρου βαθμοῦ ἀγέλαις. Ἆρα καὶ σὺ μετέσχες ποτὲ τοιούτων συνόδων καὶ μαθημάτων; Ἆρ' ἐν νῷ ἔχεις μετέχειν; =========================================== Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Sprekaer (https://www.spreaker.com/show/hellenizomen) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz) καὶ ἐν ἄλλοις τόποις. Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ δικτύῳ πάλαι Τουίτερ καλουμένῳ· https://twitter.com/Rodericus Ἐν τῷ Facebook· https://www.facebook.com/Rodericus
    Played 17m 10s
  • Ἑλληνίζωμεν (ηʹ)· πάλιν ἐν τῷ Κήπῳ τῶν Μουσῶν (καὶ θορύβων καὶ τεττίγων)

    27 AUG 2023 · Μετὰ δὴ πολὺν χρόνον οὐδὲν ἐνθάδε ποιήσας, τήμερον παρὰ μετόχοις τισὶν τῶν μαθημάτων ἢ ἀναγνώσεων τόδε τὸ ἀκρόαμα ποιῶ ἐν τοῖς Σελιανιτίκοις τῆς Πελοποννήσου νῦν τὸ εἰκοστὸν τρίτον ἔτος γιγνομένων, ἐν τῷ Ἑλληνικῳ Εἰδυλλίῳ (https://www.idyllion.eu). Τῆτες τῶν μαθημάτων διδάσκαλοι καὶ τῶν διαλόγων ἡγεμόνες ἐγένοντο ὁ Φλωριανός Feicht (ἢ Ψύλλα) καὶ ὁ Federico Aurora, παρ' οἷς δύο ἑβδομάδας τρὶς τῆς ἡμέρας ἐξῆν ἑλληνικὰ συγγράμματα ἀναγιγνώσκειν καὶ περὶ αὐτῶν ἑλληνιστὶ διαλέγεσθαι. Ὅτε τὸ ἀκρόαμα ἐποιήσαμεν (μεταξὺ οὐκ ὀλίγων θορύβων) ἔνιοι τῆς ἀγέλης μετέχοντες ἀπῆσαν εἴτε ἄλλα ποιοῦντες εἴτε ἤδη οἴκαδε ἀπελθόντες. Ἐνθάδε πλὴν ἐμαυτοῦ τῶνδε ἀκούσει· τοῦ Ἀντωνίου, τοῦ Ἑρρίκου, τοῦ Ματθίου, τῆς Τανίας, τοῦ Φεδερίκου, τῆς Φραγκίσκης. ______________________________ Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz) καὶ ἐν ἄλλοις τόποις. Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ δικτύῳ πάλαι Τουίτερ καλουμένῳ· https://twitter.com/Rodericus Ἐν τῷ Facebook· https://www.facebook.com/Rodericus
    Played 34m 47s
  • Ἑλληνίζωμεν (ζʹ)· ἐν τῷ Κήπῳ τῶν Μουσῶν (καὶ τεττίγων)

    19 JUL 2022 · Μετὰ δὴ πολὺν χρόνον οὐδὲν ἐνθάδε ποιήσας (ἄλλοτε δὲ περὶ τούτου), σήμερον παρὰ μετόχοις τισὶν τῶν μαθημάτων ἢ ἀναγνώσεων τόδε τὸ ἀκρόαμα ποιῶ ἐν τοῖς Σελιανιτίκοις τῆς Πελοποννήσου νῦν τὸ εἰκοστὸν ἔτος γιγνομένων, ἐν τῷ Ἑλληνικῳ Εἰδυλλίῳ (https://www.idyllion.eu). Τῆτες τῶν μαθημάτων διδάσκαλος καὶ τῶν διαλόγων ἡγεμὼν ἐγένετο ὁ Federico Aurora (https://www.ub.uio.no/english/about/people/uhs/specialcollections-digitization/federia/index.html), Ἰταλὸς διδάσκαλος ἐν τῇ Νορβηγίᾳ τὸν βίον διάγων, παρ' ᾧ δύο ἑβδομάδας δὶς τῆς ἡμέρας ἑλληνικὰ συγγράμματα ἀναγιγνώσκοντες περὶ αὐτῶν διελεγὀμεθα· πρὸ μὲν μεσημβρίας περὶ προοιμίων τοῦ Πλάτωνος διαλόγων, μετὰ δὲ μεσημβρίαν περὶ τῶν Ἀριστοφάνους Ἐκκλησιαζουσῶν. Τὸ ἀκρόαμα ἐνεγράφθη δύο τῶν μετόχων ὀλίγαις ἡμέραις πρότερον ἀπελθόντων καὶ τριῶν ἄλλων τότε ἀπόντων. Δώδεκα γάρ, εἰ δὲ καλῶς οἱ ἀριθμοὶ παρ' ἐμοὶ ἔχουσιν, τῆς ἀγέλης μετείχομεν καίπερ οὐ πάντων ἅμα ἀεὶ παραγενομένων. Ἐνθάδε ἓξ μετόχων ἀκούσει, ἐμὲ οὖν καὶ τούσδε τοὺς πέντε· τὸν Φεδερίκον, τὴν Ἄνναν, τὴν Φραγκίσκαν, τὸν Ῥοβέρτον, τὸν Ἑρρίκον. ______________________________ Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz) καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις. Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ· https://twitter.com/Rodericus Ἐν τῷ Facebook· https://www.facebook.com/Rodericus
    Played 41m 44s
  • Ἑλληνίζωμεν (ϛʹ)· παρὰ μετόχοις τῶν ἐν Ποσνανίᾳ μαθημάτων

    10 AUG 2019 · Σήμερον παρ' ὀλίγοις τῶν ἑκατὸν τριάκοντα μετόχων τῶν ἐν Ποσνανίᾳ τῆς Πολωνίας μαθημάτων τόδε τὸ ἀκρόαμα ποιῶ. Αἱ σελίδες τούτων τῶν θερινῶν μαθημάτων· https://scholaaestivaposnaniensis.wordpress.com https://www.facebook.com/events/549811658871862 ______________________________ Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz) καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις. Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ· https://twitter.com/Rodericus Ἐν τῷ Facebook· https://www.facebook.com/Rodericus
    Played 12m 22s
  • Ἑλληνίζωμεν (ε')· Μετὰ τοῦ Ῥογήρου Τολέδο, περὶ ἄλλων τε καὶ θερινῶν μαθημάτων

    21 MAY 2019 · Ἐνθάδε ἔξεστιν ὑμῖν τοῦ Ῥογήρου Τολέδο καὶ ἐμοῦ ἀκούειν περὶ ἄλλων τε καὶ περὶ τῶν θερινῶν μαθημάτων ἀρχαίων γλωσσῶν διαλεγομένων ἃ ἐν Ποσνανίᾳ τῆς Πολωνίας γενήσεται, οὗ μέλλομεν διδάσκαλοι παρεῖναι τῆς ἑλληνικῆς γλώσσης. Ὁ Ῥογῆρος ἐν τῷ YouTube· https://www.youtube.com/channel/UC4hkPN_CZCGfrL5-xYYMjbQ Αἱ σελίδες τῶν θερινῶν μαθημάτων· https://scholaaestivaposnaniensis.wordpress.com https://www.facebook.com/events/549811658871862 ______________________________ Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz) καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις. Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ· https://twitter.com/Rodericus Ἐν τῷ Facebook· https://www.facebook.com/Rodericus
    Played 29m 35s
  • Ἑλληνίζωμεν (δ')· Τίνα μαθήματα διδάσκω;

    21 MAY 2019 · Τίνα μαθήματα καὶ ποῦ καὶ ποίους μαθητὰς εἴωθα διδάσκειν; Σήμερον ἐν βραχεῖ περὶ τῶν μαθημάτων τῆς ῥωμαϊκῆς γλώσσης (ἃ τῇ Familia Romana χρώμενος διδάσκω) καὶ τῆς νῦν ἑλληνικῆς γλώσσης λέγω. ______________________________ Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz) καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις. Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ· https://twitter.com/Rodericus Ἐν τῷ Facebook· https://www.facebook.com/Rodericus
    Played 3m 17s
  • Ἐπανῆλθον! Περὶ ἀσχολιῶν τῶν προτεραίων καὶ τῶν ἑπομένων μηνῶν · Ἑλληνίζωμεν (γ')

    22 MAR 2019 · Μετὰ πολὺν χρόνον τὸ τρίτον ἀκρόαμα ποιῶ. Καὶ τούτου τὴν αἰτίαν, τὸ διὰ τί τοσοῦτον χρόνον ἀπῆν ἀσχολιῶν τινῶν ἕνεκα, καὶ ἄλλας ἀσχολίας ἀναφέρω περὶ μελλόντων πραγμάτων ἐν βραχεῖ λέγων. Ταύταις ταῖς ἡμέραις ῥᾷόν ἐστί μοι ἀκροάματα ποιεῖν, ἀλλὰ χαλεπά τινα ἐγένετο ἐν ᾧ τόδε τὸ ἀκρόαμα ἐποίουν οὐδὲ ἄπεστι τὰ κακὰ λεχθέντα· μείζονος οὖν χρόνου εἴη ἂν πάλιν τα πάντα ἄλλῃ ἡμέρᾳ ποιεῖν… ἢ ἄλλῃ ἑβδομάδι! Συγγνώμην ἔχετέ μου κακῶς λέγοντος. Σύνδεσμα περὶ ὧν ἐν τῷ λόγῳ εἶπον· Σύνοδοι ἑλληνιζόντων τῆς Ἱσπανίας· https://dialogoi.es Μαθήματα καὶ σύνοδος τῆς Φλωρεντίας· https://grecolatinovivo.it/firenze/dettagli-corso-332-lilivm-2019-bidvvm-florentinvm-latinitatis-vivae.htm Μαθήματα τῆς Ποσνανίας· https://scholaaestivaposnaniensis.wordpress.com/2019/02/18/schola-aestiva-posnaniensis-mmxix/ Τόδε το ἀκροάμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/user/5550644/ hellenizomen-3) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz) καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις. Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ· https://twitter.com/Rodericus Ἔρρωσθε, ὦ φίλοι, καὶ ἑλληνίζετε.
    Played 7m 41s
  • Τίσι βιβλίοις διδάσκοντες χρῆσθε · Ἑλληνίζωμεν (β')

    20 JAN 2019 · Ἐν τῷδε τῷ δευτέρῳ ἀκροάματι περὶ βιβλίων ἐρωτῶ οἷς χρῆσθε τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν διδάσκοντες. Συγγνώμην ἔχετέ μου ἐνίοτε κακῶς ταῦτα τὰ μὴ προγεγραμμένα λέγοντος. Τὸ ἀκρόαμα ἀκούειν ἔξεστι καὶ ἐν τῷ YouTube· https://www.youtube.com/watch?v=vIcw7cBpbzQ Καὶ δὴ καὶ ἐν Spotify, iTunes… Ἔξεστί μοι ὑμῖν ἀποκρινομένοις διαλέγεσθαι καὶ ἐν τῷ Twitter (@Rodericus).
    Played 8m 41s
  • Ἑλληνίζωμεν

    11 JAN 2019 · Χαίρετε! Ὄνομά μοι Ῥοδέριχός ἐστιν καὶ ἀκροάματα ἄρχομαι τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ ποιῶν. Καὶ ῥωμαϊστί· https://www.spreaker.com/show/intercapedines-latinae
    Played 4m 8s
Ἀκροάματα τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ ὑπὸ τοῦ Ῥοδερίχου ποιούμενα
Contacts
Information

Looks like you don't have any active episode

Browse Spreaker Catalogue to discover great new content

Current

Podcast Cover

Looks like you don't have any episodes in your queue

Browse Spreaker Catalogue to discover great new content

Next Up

Episode Cover Episode Cover

It's so quiet here...

Time to discover new episodes!

Discover
Your Library
Search