Settings
Light Theme
Dark Theme

Ἑλληνίζωμεν (ζʹ)· ἐν τῷ Κήπῳ τῶν Μουσῶν (καὶ τεττίγων)

Ἑλληνίζωμεν (ζʹ)· ἐν τῷ Κήπῳ τῶν Μουσῶν (καὶ τεττίγων)
Jul 19, 2022 · 41m 44s

Μετὰ δὴ πολὺν χρόνον οὐδὲν ἐνθάδε ποιήσας (ἄλλοτε δὲ περὶ τούτου), σήμερον παρὰ μετόχοις τισὶν τῶν μαθημάτων ἢ ἀναγνώσεων τόδε τὸ ἀκρόαμα ποιῶ ἐν τοῖς Σελιανιτίκοις τῆς Πελοποννήσου νῦν τὸ...

show more
Μετὰ δὴ πολὺν χρόνον οὐδὲν ἐνθάδε ποιήσας (ἄλλοτε δὲ περὶ τούτου), σήμερον παρὰ μετόχοις τισὶν τῶν μαθημάτων ἢ ἀναγνώσεων τόδε τὸ ἀκρόαμα ποιῶ ἐν τοῖς Σελιανιτίκοις τῆς Πελοποννήσου νῦν τὸ εἰκοστὸν ἔτος γιγνομένων, ἐν τῷ Ἑλληνικῳ Εἰδυλλίῳ (https://www.idyllion.eu). Τῆτες τῶν μαθημάτων διδάσκαλος καὶ τῶν διαλόγων ἡγεμὼν ἐγένετο ὁ Federico Aurora (https://www.ub.uio.no/english/about/people/uhs/specialcollections-digitization/federia/index.html), Ἰταλὸς διδάσκαλος ἐν τῇ Νορβηγίᾳ τὸν βίον διάγων, παρ' ᾧ δύο ἑβδομάδας δὶς τῆς ἡμέρας ἑλληνικὰ συγγράμματα ἀναγιγνώσκοντες περὶ αὐτῶν διελεγὀμεθα· πρὸ μὲν μεσημβρίας περὶ προοιμίων τοῦ Πλάτωνος διαλόγων, μετὰ δὲ μεσημβρίαν περὶ τῶν Ἀριστοφάνους Ἐκκλησιαζουσῶν.

Τὸ ἀκρόαμα ἐνεγράφθη δύο τῶν μετόχων ὀλίγαις ἡμέραις πρότερον ἀπελθόντων καὶ τριῶν ἄλλων τότε ἀπόντων. Δώδεκα γάρ, εἰ δὲ καλῶς οἱ ἀριθμοὶ παρ' ἐμοὶ ἔχουσιν, τῆς ἀγέλης μετείχομεν καίπερ οὐ πάντων ἅμα ἀεὶ παραγενομένων.

Ἐνθάδε ἓξ μετόχων ἀκούσει, ἐμὲ οὖν καὶ τούσδε τοὺς πέντε· τὸν Φεδερίκον, τὴν Ἄνναν, τὴν Φραγκίσκαν, τὸν Ῥοβέρτον, τὸν Ἑρρίκον.

______________________________

Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen)
φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz)
καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις.

Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ·
https://twitter.com/Rodericus

Ἐν τῷ Facebook·
https://www.facebook.com/Rodericus
show less
Information
Author Rodrigo Portela
Website -
Tags

Looks like you don't have any active episode

Browse Spreaker Catalogue to discover great new content

Current

Looks like you don't have any episodes in your queue

Browse Spreaker Catalogue to discover great new content

Next Up

Episode Cover Episode Cover

It's so quiet here...

Time to discover new episodes!

Discover
Your Library
Search